Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.279 Joseph. AJ 1.284 (English) >>Joseph. AJ 1.288

1.282θαρρῶν οὖν καὶ ταύτην πορεύου τὴν ὁδὸν ἐμοὶ προπομπῷ χρώμενος· ἀνυσθήσεται γάρ σοι γάμος, ἐφʼ ὃν ἐσπούδακας, καὶ γενήσονταί σοι παῖδες ἀγαθοί, τὸ δὲ πλῆθος αὐτῶν ἀριθμοῦ κρεῖττον ἔσται, μείζοσιν υἱοῖς αὐτῶν καταλιμπάνοντες· οἷς ἐγὼ τὸ ταύτης κράτος τῆς γῆς δίδωμι καὶ παισὶ τοῖς αὐτῶν, οἳ πληρώσουσιν ὅσην ἥλιος ὁρᾷ καὶ γῆν καὶ θάλασσαν. 1.283ἀλλὰ μήτε κίνδυνον ὑφορῶ μηδένα μήτʼ εὐλαβοῦ τὸ πλῆθος τῶν πόνων ἐμοῦ ποιουμένου τῶν σοὶ πραχθησομένων πρόνοιαν ἔν τε τοῖς νῦν καὶ πολὺ πλέον ἐν τοῖς ὕστερον.” 1.284

Ταῦτα μὲν οὖν θεὸς Ἰακώβῳ προαγορεύει· δὲ περιχαρὴς γενόμενος ἐπὶ τοῖς ἑωραμένοις καὶ κατηγγελμένοις φαιδρύνει τε τοὺς λίθους ὡς τηλικούτων ἀγαθῶν ἐπʼ αὐτοῖς προρρήσεως γεγενημένης καὶ εὐχὴν ποιεῖται θύσειν ἐπʼ αὐτῶν, εἰ κτησάμενος βίον ἀπαθὴς ἐπανίοι, τῷ θεῷ δεκάτην τῶν πεπορισμένων ποιεῖσθαι οὕτως ἀφικόμενος, τίμιόν τε κρίνει τὸ χωρίον ὄνομα αὐτῷ Βηθὴλ θέμενος, σημαίνει δὲ τοῦτο θείαν ἑστίαν κατὰ τὴν τῶν Ἑλλήνων γλῶτταν. 1.285

Προϊὼν δὲ ἐπὶ τῆς Μεσοποταμίας χρόνῳ παρῆν εἰς τὴν Χαρράν, καὶ ποιμένας ἐν τοῖς προαστείοις καταλαβὼν καὶ παῖδας ἐφήβους καὶ παρθένους ὑπέρ τινος ἱδρυμένους φρέατος συνδιέτριβεν αὐτοῖς χρῄζων ποτοῦ εἴς τε λόγους αὐτοῖς ἀφικνούμενος ἀνέκρινεν αὐτούς, εἰ τυγχάνουσι Λάβανόν τινα παρʼ αὐτοῖς εἰδότες ἔτι περιόντα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.279 Joseph. AJ 1.284 (English) >>Joseph. AJ 1.288

Powered by PhiloLogic